Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.250 Joseph. BJ 3.257 (English) >>Joseph. BJ 3.262

3.254βουλόμενος δʼ ἀπὸ τῶν καταρριφθέντων περισπάσαι τοὺς εἴργοντας τοὺς μὲν γενναιοτάτους τῶν ἱππέων ἀποβήσας τῶν ἵππων τριχῇ διέταξεν κατὰ τὰ πεπτωκότα τοῦ τείχους, πάντοθεν πεφραγμένους τοῖς ὅπλοις καὶ τοὺς κοντοὺς προΐσχοντας, ὡς ὁπότε τὰς ἐπιβατηρίους βάλλοιεν μηχανὰς κατάρχοιντο τῆς εἰσόδου· 3.255κατόπιν δὲ αὐτῶν ἔταξεν τοῦ πεζοῦ τὸ ἀκμαιότατον, τὸ δὲ λοιπὸν ἱππικὸν ἀντιπαρεξέτεινεν τῷ τείχει κατὰ πᾶσαν τὴν ὀρεινὴν πρὸς τὸ μηδένα τῶν ἀναφευγόντων ἐκ τῆς ἁλώσεως διαλαθεῖν. 3.256κατόπιν δὲ τούτων περιέστησεν τοὺς τοξότας ἔχειν κελεύσας ἕτοιμα τὰ βέλη πρὸς ἄφεσιν, ὁμοίως δὲ καὶ σφενδονήτας καὶ τοὺς ἐπὶ τῶν μηχανημάτων, 3.257ἑτέρους δὲ κλίμακας ἀραμένους προσφέρειν ἐπάνω τοῖς ἀκεραίοις τείχεσιν, ἵνʼ οἱ μὲν τούτους κωλύειν πειρώμενοι καταλίποιεν τὴν ἐπὶ τοῖς καταρριφθεῖσιν φυλακήν, οἱ λοιποὶ δὲ ὑπʼ ἀθρόων βιαζόμενοι τῶν βελῶν εἴξωσιν τῆς εἰσόδου. 3.258

Ἰώσηπος δὲ συνιεὶς τὴν ἐπίνοιαν ἐπὶ μὲν τοῦ μένοντος τείχους σὺν τοῖς κεκμηκόσιν ἵστησι τοὺς γηραιοὺς ὡς μηδὲν ταύτῃ

-- --

βλαβησομένους, εἰς δὲ τὰ παρερρωγότα τοῦ τείχους τοὺς δυνατωτάτους καὶ πρὸ πάντων ἀνὰ ἓξ ἄνδρας, μεθʼ ὧν καὶ αὐτὸς εἰς τὸ προκινδυνεύειν ἐκληρώσατο. 3.259ἐκέλευσέν τε πρὸς μὲν τὸν ἀλαλαγμὸν τῶν ταγμάτων ἀποφράξαι τὰς ἀκοάς, ὡς ἂν μὴ καταπλαγεῖεν, πρὸς δὲ τὸ πλῆθος τῶν βελῶν συνοκλάσαντας καλύψασθαι καθύπερθεν τοῖς θυρεοῖς ὑποχωρῆσαί τε πρὸς ὀλίγον, ἕως τὰς φαρέτρας κενώσωσιν οἱ τοξόται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.250 Joseph. BJ 3.257 (English) >>Joseph. BJ 3.262

Powered by PhiloLogic